ὧς ἄρ᾽ ἔφη: ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας
ἧστ᾽ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι.
βουλὴν δ᾽ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν
425θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον:
ὀψε δ᾽ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν:
‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις.
τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα
τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτ᾽ ἄλλο
430ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετ᾽ ἀνάγκης,
ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’
ὧς φάτ᾽ ἀμηχανίῃ βεβολημένος: αὐτὰρ ὁ τόνγε
σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα:
‘ἔρχεο νῦν μεθ᾽ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο:
435εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι,
ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,
αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος
ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’
Ἴσκεν ἀπηλεγέως: ὁ δ᾽ ἀπὸ θρόνου ὤρνυτ᾽ Ἰήσων,
440Αὐγείης Τελαμών τε παρασχεδόν: εἵπετο δ᾽ Ἄργος
οἶος, ἐπεὶ μεσσηγὺς ἔτ᾽ αὐτόθι νεῦσε λιπέσθαι
αὐτοκασιγνήτοις: οἱ δ᾽ ἤισαν ἐκ μεγάροιο.
θεσπέσιον δ᾽ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς
κάλλεϊ καὶ χαρίτεσσιν: ἐπ᾽ αὐτῷ δ᾽ ὄμματα κούρη
445λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην,
κῆρ ἄχεϊ σμύχουσα: νόος δέ οἱ ἠύτ᾽ ὄνειρος
ἑρπύζων πεπότητο μετ᾽ ἴχνια νισσομένοιο.
καί ῥ᾽ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες.
Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο
450καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει.
αὔτως δ᾽ αὖ Μήδεια μετέστιχε: πολλὰ δὲ θυμῷ
ὥρμαιν᾽, ὅσσα τ᾽ Ἔρωτες ἐποτρύνουσι μέλεσθαι.
προπρὸ δ᾽ ἄρ᾽ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα,
αὐτός θ᾽ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο,
455οἷά τ᾽ ἔειφ᾽, ὥς θ᾽ ἕζετ᾽ ἐπὶ θρόνου, ὥς τε θύραζε
ἤιεν: οὐδέ τιν᾽ ἄλλον ὀίσσατο πορφύρουσα
ἔμμεναι ἀνέρα τοῖον: ἐν οὔασι δ᾽ αἰὲν ὀρώρει
αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν.
τάρβει δ᾽ ἀμφ᾽ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸς
460Αἰήτης φθίσειεν: ὀδύρετο δ᾽ ἠύτε πάμπαν
ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰς
δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν:
ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον:
‘τίπτε με δειλαίην τόδ᾽ ἔχει ἄχος; εἴθ᾽ ὅγε πάντων
465φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων,
ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι.
ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο,
οἴκαδε νοστήσειε φυγὼν μόρον: εἰ δέ μιν αἶσα
δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη,
470οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ.’
ἡ μὲν ἄρ᾽ ὧς ἐόλητο νόον μελεδήμασι κούρη.
οἱ δ᾽ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν
τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο,
δὴ τότ᾽ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν: