685 ἡ δ᾽ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων,
αὐτίκ᾽ ἔπειτ᾽ ἄψορρον ἀπέστιχε: τοὺς δ᾽ ἅμ᾽ ἕπεσθαι,
χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν.
ἔνθ᾽ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο
μίμνεν ἀπηλεγέως: ὁ δ᾽ ἐρύσσατο Κολχίδα κούρην.
690ἄμφω δ᾽ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστ᾽ ἀφίκοντο
Κίρκης ἐς μέγαρον: τοὺς δ᾽ ἐν λιπαροῖσι κέλευεν
ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων.
τὼ δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐφ᾽ ἑστίῃ ἀίξαντε
ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται,
695ἡ μὲν ἐπ᾽ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα,
αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας,
ᾧπέρ τ᾽ Αἰήταο πάιν κτάνεν: οὐδέ ποτ᾽ ὄσσε
ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δ᾽ ἔγνω
Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο.
700τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο,
ὃς μέγα μὲν κοτέει, μέγα δ᾽ ἀνδροφόνοισιν ἀρήγει,
ῥέζε θυηπολίην, οἵῃ τ᾽ ἀπολυμαίνονται
νηλειεῖς ἱκέται, ὅτ᾽ ἐφέστιοι ἀντιόωσιν.
πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο
705τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ
πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας
τέγγεν, ἐπιτμήγουσα δέρην: αὖτις δὲ καὶ ἄλλοις
μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα
Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων.
710καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματ᾽ ἔνεικαν
νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα.
ἡ δ᾽ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν
καῖεν ἐπ᾽ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο
σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς
715εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν,
εἴτ᾽ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας,
εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν.
αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δή τότ᾽ ἔπειτα
εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν,
720καὶ δ᾽ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ
χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν.
ἠδ᾽ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματ᾽ ἰόντες
αὔτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρων
μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν:
725ἵετο δ᾽ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν,
αὐτίχ᾽ ὅπως ἐνόησεν ἀπ᾽ οὔδεος ὄσσε βαλοῦσαν.
πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι
ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν
οἷόν τέ χρυσέην ἀντώπιον ἵεσαν αἴγλην.
730ἡ δ᾽ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατελεξεν,
Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο
κούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθους
ἡρώων, ὅσα τ᾽ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις,
ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς,
735ὥς τ᾽ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς
σὺν παισὶν Φρίξοιο: φόνον δ᾽ ἀλέεινεν ἐνισπεῖν
Ἀψύρτου. τὴν δ᾽ οὔτι νόῳ λάθεν: ἀλλὰ καὶ ἔμπης
μυρομένην ἐλέαιρεν, ἔπος δ᾽ ἐπὶ τοῖον ἔειπεν: