Ἰάσων
καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.
Μήδεια
σάφ᾽ ἴσθι: λύει δ᾽ ἄλγος, ἢν σὺ μὴ 'γγελᾷς.
Ἰάσων
ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.
Μήδεια
ὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.
Ἰάσων
1365οὔτοι νιν ἡμὴ δεξιά γ᾽ ἀπώλεσεν.
Μήδεια
ἀλλ᾽ ὕβρις οἵ τε σοὶ νεοδμῆτες γάμοι.
Ἰάσων
λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν;
Μήδεια
σμικρὸν γυναικὶ πῆμα τοῦτ᾽ εἶναι δοκεῖς;
Ἰάσων
ἥτις γε σώφρων: σοὶ δὲ πάντ᾽ ἐστὶν κακά.
Μήδεια
1370οἵδ᾽ οὐκέτ᾽ εἰσί: τοῦτο γάρ σε δήξεται.
Ἰάσων
οἵδ᾽ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες.
Μήδεια
ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.
Ἰάσων
ἴσασι δῆτα σήν γ᾽ ἀπόπτυστον φρένα.
Μήδεια
στύγει: πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.
Ἰάσων
1375καὶ μὴν ἐγὼ σήν: ῥᾴδιοι δ᾽ ἀπαλλαγαί.
Μήδεια
πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.
Ἰάσων
θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.
Μήδεια
οὐ δῆτ᾽, ἐπεί σφας τῇδ᾽ ἐγὼ θάψω χερί,
φέρουσ᾽ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ,
1380ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ
τύμβους ἀνασπῶν: γῇ δὲ τῇδε Σισύφου
σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν
τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.
αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως,
1385Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.
σὺ δ᾽, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς,
Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος,
πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.