Χορός
ἀλλὰ σὺ μὴ προπεσὼν τὰ θεῶν στένε, μηδ᾽ ὑπεράλγει
620φροντίδα λύπᾳ:
εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος
ἁ μελέα πρό τ᾽ ἀδελφῶν καὶ γᾶς:
οὐδ᾽ ἀκλεής νιν
δόξα πρὸς ἀνθρώπων ὑποδέξεται:
625ἁ δ᾽ ἀρετὰ βαίνει διὰ μόχθων.
ἄξια μὲν πατρός, ἄξια δ᾽ εὐγενί-
ας τάδε γίγνεται: εἰ δὲ σέβεις
θανάτους ἀγαθῶν, μετέχω σοι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics