Χορός
ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις
νόμῳ τῷ νερτέρων κατάρξω.
Πηλεύς
1200ὀττοτοτοτοῖ, διάδοχά <σοι> τάλας ἐγὼ
γέρων καὶ δυστυχὴς δακρύω.
Χορός
θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν.
Πηλεύς
1205ὦ φίλος, δόμον ἔλιπες ἔρημον,
[ὤμοι μοι, ταλαίπωρον ἐμὲ]
γέροντ᾽ ἄπαιδα νοσφίσας.
Χορός
θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων.
Πηλεύς
οὐ σπαράξομαι κόμαν,
1210οὐκ ἐμῷ 'πιθήσομαι
κάρᾳ κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις,
διπλῶν τέκνων
μ᾽ ἐστέρησε Φοῖβος.