Τροφός
ὦ παῖ, τὸ λίαν οὔτ᾽ ἐκεῖν᾽ ἐπῄνεσα,
ὅτ᾽ εἰς γυναῖκα Τρῳάδ᾽ ἐξημάρτανες,
οὔτ᾽ αὖ τὸ νῦν σου δεῖμ᾽ ὃ δειμαίνεις ἄγαν.
οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
870φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
οὐ γάρ τί σ᾽ αἰχμάλωτον ἐκ Τροίας ἔχει,
ἀλλ᾽ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
ἕδνοισι, πόλεώς τ᾽ οὐ μέσως εὐδαίμονος.
πατὴρ δέ σ᾽ οὐχ ὧδ᾽ ὡς σὺ δειμαίνεις, τέκνον,
875προδοὺς ἐάσει δωμάτων τῶνδ᾽ ἐκπεσεῖν.
ἀλλ᾽ εἴσιθ᾽ εἴσω μηδὲ φαντάζου δόμων
πάροιθε τῶνδε, μή τιν᾽ αἰσχύνην λάβῃς
[πρόσθεν μελάθρων τῶνδ᾽ ὁρωμένη, τέκνον].
Χορός
καὶ μὴν ὅδ᾽ ἀλλόχρως τις ἔκδημος ξένος
880σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται.
Ὀρέστης
ξέναι γυναῖκες, ἦ τάδ᾽ ἔστ᾽ Ἀχιλλέως
παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;
Χορός
ἔγνως: ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε;
Ὀρέστης
Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,
885ὄνομα δ᾽ Ὀρέστης: ἔρχομαι δὲ πρὸς Διὸς
μαντεῖα Δωδωναῖ᾽. ἐπεὶ δ᾽ ἀφικόμην
Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι
γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει
ἡ Σπαρτιᾶτις Ἑρμιόνη: τηλουρὰ γὰρ
890ναίουσ᾽ ἀφ᾽ ἡμῶν πεδί᾽ ὅμως ἐστὶν φίλη.
Ἑρμιόνη
ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς
Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων,
οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,
πράσσοντας οὐκ εὖ. στεμμάτων δ᾽ οὐχ ἥσσονας
895σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.
Ὀρέστης
ἔα:
τί χρῆμα; μῶν ἐσφάλμεθ᾽ ἢ σαφῶς ὁρῶ
δόμων ἄνασσαν τῶνδε Μενέλεω κόρην;
Ἑρμιόνη
ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ
Ἑλένη κατ᾽ οἴκους πατρί: μηδὲν ἀγνόει.
Ὀρέστης
900ὦ Φοῖβ᾽ ἀκέστορ, πημάτων δοίης λύσιν.
τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;
Ἑρμιόνη
τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ᾽ ἔχει,
τὰ δ᾽ ἐκ θεῶν του: πανταχῇ δ᾽ ὀλώλαμεν.
Ὀρέστης
τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
905παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος;