Χορός
παιᾶνα μὲν Δηλιάδες
ὑμνοῦσ᾽ ἀμφὶ πύλας τὸν
Λατοῦς εὔπαιδα γόνον
690εἱλίσσουσαι καλλίχορον:
παιᾶνας δ᾽ ἐπὶ σοῖς μελά-
θροις κύκνος ὣς γέρων ἀοι-
δὸς πολιᾶν ἐκ γενύων
κελαδήσω: τὸ γὰρ εὖ
695τοῖς ὕμνοισιν ὑπάρχει:
Διὸς ὁ παῖς: τᾶς δ᾽ εὐγενίας
πλέον ὑπερβάλλων ἀρετᾷ
μοχθήσας τὸν ἄκυμον
θῆκεν βίοτον βροτοῖς
700πέρσας δείματα θηρῶν.