Ἴων
355ἀδικεῖ νιν ὁ θεός: ἡ τεκοῦσα δ᾽ ἀθλία.
Κρέουσα
οὔκουν ἔτ᾽ ἄλλον γ᾽ ὕστερον τίκτει γόνον.
Ἴων
τί δ᾽, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών;
Κρέουσα
τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος.
Ἴων
οἴμοι: προσῳδὸς ἡ τύχη τὠμῷ πάθει.
Κρέουσα
360καὶ σέ, ὦ ξέν᾽, οἶμαι μητέρ᾽ ἀθλίαν ποθεῖν.
Ἴων
καὶ μή γ᾽ ἐπ᾽ οἶκτόν μ᾽ ἔξαγ᾽ οὗ 'λελήσμεθα.
Κρέουσα
σιγῶ: πέραινε δ᾽ ὧν σ᾽ ἀνιστορῶ πέρι.
Ἴων
οἶσθ᾽ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;
Κρέουσα
τί δ᾽ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ;
Ἴων
365πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;
Κρέουσα
εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.
Ἴων
αἰσχύνεται τὸ πρᾶγμα: μὴ 'ξέλεγχέ νιν.
Κρέουσα
ἀλγύνεται δέ γ᾽ ἡ παθοῦσα τῇ τύχῃ.
Ἴων
οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.
370ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς
Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι
δράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι.
τῷ γὰρ θεῷ τἀναντί᾽ οὐ μαντευτέον.
ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,
375εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν
φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις
σφαγαῖσι μήλων ἢ δι᾽ οἰωνῶν πτεροῖς.
ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν,
ἄκοντα κεκτήμεσθα τἀγάθ᾽, ὦ γύναι:
380ἃ δ᾽ ἂν διδῶσ᾽ ἑκόντες, ὠφελούμεθα.
Χορός
πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,
μορφαὶ δὲ διαφέρουσιν: ἓν δ᾽ ἂν εὐτυχὲς
μόλις ποτ᾽ ἐξεύροι τις ἀνθρώπων βίῳ.
Κρέουσα
ὦ Φοῖβε, κἀκεῖ κἀνθάδ᾽ οὐ δίκαιος εἶ
385ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι:
ὃς οὔτ᾽ ἔσωσας τὸν σὸν ὃν σῶσαί σ᾽ ἐχρῆν,
οὔθ᾽ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς,
ὡς, εἰ μὲν οὐκέτ᾽ ἔστιν, ὀγκωθῇ τάφῳ,
εἰ δ᾽ ἔστιν ...
390ἀλλ᾽ ἐᾶν χρὴ τάδ᾽, εἰ πρὸς τοῦ θεοῦ
κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.
ἀλλ᾽, ὦ ξέν᾽, εἰσορῶ γὰρ εὐγενῆ πόσιν
Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου
λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
395σίγα πρὸς ἄνδρα, μή τιν᾽ αἰσχύνην λάβω
διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος
οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,
κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι
400μισούμεθ᾽: οὕτω δυστυχεῖς πεφύκαμεν.