τί τὴν τυραννίδ᾽, ἀδικίαν εὐδαίμονα,
550τιμᾷς ὑπέρφευ καὶ μέγ᾽ ἥγησαι τόδε;
περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.
ἢ πολλὰ μοχθεῖν πόλλ᾽ ἔχων ἐν δώμασι
βούλῃ; τί δ᾽ ἔστι τὸ πλέον; ὄνομ᾽ ἔχει μόνον:
ἐπεὶ τά γ᾽ ἀρκοῦνθ᾽ ἱκανὰ τοῖς γε σώφροσιν.
555οὔτοι τὰ χρήματ᾽ ἴδια κέκτηνται βροτοί,
τὰ τῶν θεῶν δ᾽ ἔχοντες ἐπιμελούμεθα:
ὅταν δὲ χρῄζωσ᾽, αὔτ᾽ ἀφαιροῦνται πάλιν.
ὁ δ᾽ ὄλβος οὐ βέβαιος, ἀλλ᾽ ἐφήμερος.
ἄγ᾽, ἤν σ᾽ ἔρωμαι δύο λόγω προθεῖσ᾽ ἅμα,
560πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις,
ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σ᾽ ὅδε;
Ἀργεῖά τ᾽ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ,
ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε,
ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας
565βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.
ὀδυνηρὸς ἆρ᾽ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν,
γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ.
σοὶ μὲν τάδ᾽ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω:
ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σ᾽ ἀνήψατο,
570ἀσύνετα δ᾽ ἦλθες καὶ σὺ πορθήσων πόλιν.
φέρ᾽, ἢν ἕλῃς γῆν τήνδ᾽ — ὃ μὴ τύχοι ποτέ —
πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί;
πῶς δ᾽ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν,
καὶ σκῦλα γράψεις πῶς ἐπ᾽ Ἰνάχου ῥοαῖς;
575‘Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς
ἀσπίδας ἔθηκε;’ μήποτ᾽, ὦ τέκνον, κλέος
τοιόνδε σοι γένοιθ᾽ ὑφ᾽ Ἑλλήνων λαβεῖν.
ἢν δ᾽ αὖ κρατηθῇς καὶ τὰ τοῦδ᾽ ὑπερδράμῃ,
πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;
580ἐρεῖ δὲ δή τις: ὦ κακὰ μνηστεύματα
Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον
ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,
κείνων στέρεσθαι τῶνδέ τ᾽ ἐν μέσῳ πεσεῖν.
μέθετον τὸ λίαν, μέθετον: ἀμαθία δυοῖν,
585ἐς ταὔθ᾽ ὅταν μόλητον, ἔχθιστον κακόν.
Χορός
ὦ θεοί, γένοισθε τῶνδ᾽ ἀπότροποι κακῶν
καὶ ξύμβασίν τιν᾽ Οἰδίπου τέκνοις δότε.