Κάδμος
ὦ πένθος οὐ μετρητὸν οὐδ᾽ οἷόν τ᾽ ἰδεῖν,
1245φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.
καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν
ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.
οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ᾽ ἐμῶν:
ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλ᾽ ἄγαν,
1250Βρόμιος ἄναξ ἀπώλεσ᾽ οἰκεῖος γεγώς.
Ἀγαύη
ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
ἔν τ᾽ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς
εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,
ὅτ᾽ ἐν νεανίαισι Θηβαίοις ἅμα
1255θηρῶν ὀριγνῷτ᾽: ἀλλὰ θεομαχεῖν μόνον
οἷός τ᾽ ἐκεῖνος. νουθετητέος, πάτερ,
σοὐστίν. τίς αὐτὸν δεῦρ᾽ ἂν ὄψιν εἰς ἐμὴν
καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;
Κάδμος
φεῦ φεῦ: φρονήσασαι μὲν οἷ᾽ ἐδράσατε
1260ἀλγήσετ᾽ ἄλγος δεινόν: εἰ δὲ διὰ τέλους
ἐν τῷδ᾽ ἀεὶ μενεῖτ᾽ ἐν ᾧ καθέστατε,
οὐκ εὐτυχοῦσαι δόξετ᾽ οὐχὶ δυστυχεῖν.
Ἀγαύη
τί δ᾽ οὐ καλῶς τῶνδ᾽ ἢ τί λυπηρῶς ἔχει;
Κάδμος
πρῶτον μὲν ἐς τόνδ᾽ αἰθέρ᾽ ὄμμα σὸν μέθες.
Ἀγαύη
1265ἰδού: τί μοι τόνδ᾽ ἐξυπεῖπας εἰσορᾶν;
Κάδμος
ἔθ᾽ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;
Ἀγαύη
λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.
Κάδμος
τὸ δὲ πτοηθὲν τόδ᾽ ἔτι σῇ ψυχῇ πάρα;
Ἀγαύη
οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως
1270ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.
Κάδμος
κλύοις ἂν οὖν τι κἀποκρίναι᾽ ἂν σαφῶς;
Ἀγαύη
ὡς ἐκλέλησμαί γ᾽ ἃ πάρος εἴπομεν, πάτερ.
Κάδμος
ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
Ἀγαύη
Σπαρτῷ μ᾽ ἔδωκας, ὡς λέγουσ᾽, Ἐχίονι.
Κάδμος
1275τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;
Ἀγαύη
Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.
Κάδμος
τίνος πρόσωπον δῆτ᾽ ἐν ἀγκάλαις ἔχεις;
Ἀγαύη
λέοντος, ὥς γ᾽ ἔφασκον αἱ θηρώμεναι.
Κάδμος
σκέψαι νυν ὀρθῶς: βραχὺς ὁ μόχθος εἰσιδεῖν.