Χορός
τὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει:
τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ.
Ἀχιλλεύς
Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν
1405ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων.
ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδ᾽, Ἑλλάδος δὲ σέ.
εὖ γὰρ τόδ᾽ εἶπας ἀξίως τε πατρίδος:
τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσ᾽, ὅ σου κρατεῖ,
ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε.
1410μᾶλλον δὲ λέκτρων σῶν πόθος μ᾽ ἐσέρχεται
ἐς τὴν φύσιν βλέψαντα: γενναία γὰρ εἶ.
ὅρα δ᾽: ἐγὼ γὰρ βούλομαί σ᾽ εὐεργετεῖν
λαβεῖν τ᾽ ἐς οἴκους: ἄχθομαί τ᾽, ἴστω Θέτις,
εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης
1415ἐλθών. ἄθρησον: ὁ θάνατος δεινὸν κακόν.
Ἰφιγένεια
λέγω τάδ᾽ οὐδὲν οὐδέν᾽ εὐλαβουμένη.
ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμ᾽ ἀρκεῖ μάχας
ἀνδρῶν τιθεῖσα καὶ φόνους: σὺ δ᾽, ὦ ξένε,
μὴ θνῇσκε δι᾽ ἐμὲ μηδ᾽ ἀποκτείνῃς τινά,
1420ἔα δὲ σῷσαί μ᾽ Ἑλλάδ᾽, ἢν δυνώμεθα.
Ἀχιλλεύς
ὦ λῆμ᾽ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτ᾽ ἔτι
λέγειν, ἐπεί σοι τάδε δοκεῖ: γενναῖα γὰρ
φρονεῖς: τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν;
ὅμως δ᾽, ἴσως γὰρ κἂν μεταγνοίης τάδε,
1425ὡς οὖν ἂν εἰδῇς τἀπ᾽ ἐμοῦ λελεγμένα,
ἐλθὼν τάδ᾽ ὅπλα θήσομαι βωμοῦ πέλας,
ὡς οὐκ ἐάσων σ᾽ ἀλλὰ κωλύσων θανεῖν.
χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα,
ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς.
1430οὔκουν ἐάσω σ᾽ ἀφροσύνῃ τῇ σῇ θανεῖν:
ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς
καραδοκήσω σὴν ἐκεῖ παρουσίαν.