Ἕκτωρ
ᾔδη τάδ᾽: οὐδὲν μάντεων ἔδει φράσαι
Ὀδυσσέως τέχναισι τόνδ᾽ ὀλωλότα.
ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν
955λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοις
κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί;
ἔπεμψ᾽: ὀφείλων δ᾽ ἦλθε συμπονεῖν ἐμοί.
οὐ μὴν θανόντι γ᾽ οὐδαμῶς συνήδομαι.
καὶ νῦν ἕτοιμος τῷδε καὶ τεῦξαι τάφον
960καὶ ξυμπυρῶσαι μυρίων πέπλων χλιδήν:
φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται.
Μοῦσα
οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον:
τοσόνδε Νύμφην τὴν ἔνερθ᾽ αἰτήσομαι,
τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς,
965ψυχὴν ἀνεῖναι τοῦδ᾽: ὀφειλέτις δέ μοι
τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.
κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος
ἔσται τὸ λοιπόν: οὐ γὰρ ἐς ταὐτόν ποτε
οὔτ᾽ εἶσιν οὔτε μητρὸς ὄψεται δέμας:
970κρυπτὸς δ᾽ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς
ἀνθρωποδαίμων κείσεται βλέπων φάος,
Βάκχου προφήτης ὥστε Παγγαίου πέτραν
ᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.
ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦ
975οἴσω: θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών.
θρήνοις δ᾽ ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν,
ἔπειτ᾽ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ.
οὐ ῥύσεταί νιν Παλλάς, ἥ σ᾽ ἀπέκτανεν:
τοῖον φαρέτρα Λοξίου σῴζει βέλος.
980ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν:
ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται,
ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα.
Χορός
οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει:
σὺ δ᾽ εἴ τι πράσσειν τῶν προκειμένων θέλεις,
985Ἕκτορ, πάρεστι: φῶς γὰρ ἡμέρας τόδε.
Ἕκτωρ
χωρεῖτε, συμμάχους δ᾽ ὁπλίζεσθαι τάχος
ἄνωχθε πληροῦν τ᾽ αὐχένας ξυνωρίδων.
πανοὺς δ᾽ ἔχοντας χρὴ μένειν Τυρσηνικῆς
σάλπιγγος αὐδήν: ὡς ὑπερβαλὼν στρατὸν
990τείχη τ᾽ Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖν
πέποιθα Τρωσί θ᾽ ἡμέραν ἐλευθέραν
ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.