τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.
95πολλὰ δ᾽ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς
καὶ πεδί᾽ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
ὀρφναίη δ᾽ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,
ἡ πλείων, τάχα δ᾽ ὄρθρος ἐγίγνετο δημιοεργός:
ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,
100Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος.
τῆμος ἐπ᾽ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
ἀκμῆτες δ᾽ ἵκανον ἐπ᾽ αὔλιον ὑψιμέλαθρον
καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
105ἔνθ᾽ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους
καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,
λωτὸν ἐρεπτομένας ἠδ᾽ ἑρσήεντα κύπειρον:
σὺν δ᾽ ἐφόρει ξύλα πολλά, πυρὸς δ᾽ ἐπεμαίετο τέχνην.
δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ
110 ... ἄρμενον ἐν παλάμῃ: ἄμπνυτο δὲ θερμὸς ἀυτμή:
Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τ᾽ ἀνέδωκε.
πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά: λάμπετο δὲ φλὸξ
τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.
115ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,
τόφρα δ᾽ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε
δοιὰς ἄγχι πυρός: δύναμις δέ οἱ ἕσπετο πολλή.
ἀμφοτέρας δ᾽ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας:
ἀγκλίνων δ᾽ ἐκύλινδε δι᾽ αἰῶνας τετορήσας.
120ἔργῳ δ᾽ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ:
ὤπτα δ᾽ ἀμφ᾽ ὀβελοῖσι πεπαρμένα δουρατέοισι
σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα
ἐργμένον ἐν χολάδεσσι: τὰ δ᾽ αὐτοῦ κεῖτ᾽ ἐπὶ χώρης:
ῥινοὺς δ᾽ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,
125ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι,
δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον: αὐτὰρ ἔπειτα
Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα
λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας
κληροπαλεῖς: τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.
130ἔνθ᾽ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς:
ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα
ἡδεῖ᾽: ἀλλ᾽ οὐδ᾽ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,
καί τε μάλ᾽ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς.