Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
οὐκ ἔξεστι δὲ ποῖ; ἐξ ἧς ἂν φεύγῃ τις πόλεως. ποῦ καὶ σφόδρα τοῦτο δηλοῖ; ‘ἐάν τις κατίῃ’ φησί. τοῦτο δ᾽ οὐκ ἔστ᾽ ἐπενεγκεῖν ἄλλῃ πόλει πλὴν ἣν ἂν φεύγῃ τις: ὅθεν γὰρ μηδ᾽ ἐξέπεσέν τις τὴν ἀρχήν, οὐκ ἔνι δήπου κατελθεῖν εἰς ταύτην. ὁ μὲν τοίνυν νόμος ἔνδειξιν δέδωκεν, καὶ ταύτην, ‘ἂν κατίῃ ὅποι μὴ ἔξεστιν:’ ὁ δὲ ‘ἀγώγιμος ἔστω’ γέγραφεν κἀντεῦθεν, ὅποι φεύγειν οὐδεὶς κωλύει νόμος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.