Σωκράτης
ὦ μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος.
ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;
Στρεψιάδης
καὶ σέβομαί γ᾽ ὦ πολυτίμητοι καὶ βούλομαι ἀνταποπαρδεῖν
πρὸς τὰς βροντάς: οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι:
295κεἰ θέμις ἐστίν, νυνί γ᾽ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.
Σωκράτης
οὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,
ἀλλ᾽ εὐφήμει: μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.