Φιλοκλέων
1170ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μ᾽ ὅτῳ
μάλιστ᾽ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.
Βδελυκλέων
ὅτῳ; Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.
Φιλοκλέων
καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.
Βδελυκλέων
ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν
1175ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;
Βδελυκλέων
τίνα δῆτ᾽ ἂν λέγοις;
Φιλοκλέων
πολλοὺς πάνυ.
πρῶτον μὲν ὡς ἡ Λάμι᾽ ἁλοῦσ᾽ ἐπέρδετο,
ἔπειτα δ᾽ ὡς ὁ Καρδοπίων τὴν μητέρα.
Βδελυκλέων
μή 'μοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,
1180οἵους λέγομεν μάλιστα τοὺς κατ᾽ οἰκίαν.
Φιλοκλέων
ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατ᾽ οἰκίαν
ἐκεῖνον ὡς ‘οὕτω ποτ᾽ ἦν μῦς καὶ γαλῆ.’
Βδελυκλέων
ὦ σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφη
τῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος,
1185μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;
Φιλοκλέων
ποίους τινὰς δὲ χρὴ λέγειν;
Βδελυκλέων
μεγαλοπρεπεῖς,
ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.
Φιλοκλέων
ἐγὼ δὲ τεθεώρηκα ποώποτ᾽ οὐδαμοῖ
πλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων.
Βδελυκλέων
1190ἀλλ᾽ οὖν λέγειν χρή σ᾽ ὡς ἐμάχετό γ᾽ αὐτίκα
Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,
ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι
πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ
θώρακ᾽ ἄριστον.
Φιλοκλέων
παῦε παῦ᾽, οὐδὲν λέγεις.
1195πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακ᾽ ἔχων;
Βδελυκλέων
οὕτω διηγεῖσθαι νομίζουσ᾽ οἱ σοφοί.
ἀλλ᾽ ἕτερον εἰπέ μοι: παρ᾽ ἀνδράσι ξένοις
πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς
ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;
Φιλοκλέων
1200ἐκεῖν᾽ ἐκεῖν᾽ ἀνδρειότατόν γε τῶν ἐμῶν,
ὅτ᾽ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.
Βδελυκλέων
ἀπολεῖς με. ποίας χάρακας; ἀλλ᾽ ὡς ἢ κάπρον
ἐδιώκαθές ποτ᾽ ἢ λαγών, ἢ λαμπάδα
ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.
Φιλοκλέων
1205ἐγᾦδα τοίνυν τό γε νεανικώτατον:
ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι
εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.
Βδελυκλέων
παὖ: ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
Φιλοκλέων
1210πῶς οὖν κατακλινῶ; φράζ᾽ ἀνύσας.
Φιλοκλέων
ὡδὶ κελεύεις κατακλινῆναι;
Βδελυκλέων
τὰ γόνατ᾽ ἔκτεινε καὶ γυμναστικῶς
ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.
ἔπειτ᾽ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
1215ὀροφὴν θέασαι, κρεκάδι᾽ αὐλῆς θαύμασον:
ὕδωρ κατὰ χειρός: τὰς τραπέζας ἐσφέρειν:
δειπνοῦμεν: ἀπονενίμμεθ᾽: ἤδη σπένδομεν.
Φιλοκλέων
πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;
Βδελυκλέων
αὑλητρὶς ἐνεφύσησεν: οἱ δὲ συμπόται
1220εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων,
ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.
τούτοις ξυνὼν τὰ σκόλι᾽ ὅπως δέξει καλῶς.
Φιλοκλέων
ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται.