Χορὸς γερόντων
οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,
1015οὐδὲ πῦρ, οὐδ᾽ ὧδ᾽ ἀναιδὴς οὐδεμία πόρδαλις.
Χορὸς Γυναικῶν
ταῦτα μέντοι σὺ ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,
ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμ᾽ ἔχειν φίλην;
Χορὸς γερόντων
ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.
Χορὸς Γυναικῶν
ἀλλ᾽ ὅταν βούλῃ σύ: νῦν δ᾽ οὖν οὔ σε περιόψομαι
1020γυμνὸν ὄνθ᾽ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ.
ἀλλὰ τὴν ἐξωμίδ᾽ ἐνδύσω σε προσιοῦσ᾽ ἐγώ.
Χορὸς γερόντων
τοῦτο μὲν μὰ τὸν Δί᾽ οὐ πονηρὸν ἐποιήσατε:
ἀλλ᾽ ὑπ᾽ ὀργῆς γὰρ πονηρᾶς καὶ τότ᾽ ἀπέδυν ἐγώ.
Χορὸς Γυναικῶν
πρῶτα μὲν φαίνει γ᾽ ἀνήρ, εἶτ᾽ οὐ καταγέλαστος εἶ.
1025κεἴ με μὴ 'λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον
τοὐπὶ τὠφθαλμῷ λαβοῦσ᾽ ἐξεῖλον ἂν ὃ νῦν ἔνι.
Χορὸς γερόντων
τοῦτ᾽ ἄρ᾽ ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί:
ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι:
ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.
Χορὸς Γυναικῶν
1030ἀλλὰ δράσω ταῦτα: καίτοι δύσκολος ἔφυς ἀνήρ.
ἦ μέγ᾽ ὦ Ζεῦ χρῆμ᾽ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι.
οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;
Χορὸς γερόντων
νὴ Δί᾽ ὤνησάς γέ μ᾽, ὡς πάλαι γέ μ᾽ ἐφρεωρύχει,
ὥστ᾽ ἐπειδὴ 'ξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.
Χορὸς Γυναικῶν
1035ἀλλ᾽ ἀποψήσω σ᾽ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ,
καὶ φιλήσω.
Χορὸς Γυναικῶν
ἤν τε
βούλῃ γ᾽ ἤν τε μή.
Χορὸς γερόντων
ἀλλὰ μὴ ὥρασ᾽ ἵκοισθ᾽: ὡς ἐστὲ θωπικαὶ φύσει,
κἄστ᾽ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον,
οὔτε σὺν πανωλέθροισιν οὔτ᾽ ἄνευ πανωλέθρων.
1040ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι
οὔτε δράσω φλαῦρον οὐδὲν οὔθ᾽ ὑφ᾽ ὑμῶν πείσομαι.
ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.