Χορὸς Γυναικῶν
350ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι:
οὐ γάρ ποτ᾽ ἂν χρηστοί γ᾽ ἔδρων οὐδ᾽ εὐσεβεῖς τάδ᾽ ἄνδρες.
Χορὸς γερόντων
τουτὶ τὸ πρᾶγμ᾽ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει:
ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.
Χορὸς Γυναικῶν
τί βδύλλεθ᾽ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
355καὶ μὴν μέρος γ᾽ ἡμῶν ὁρᾶτ᾽ οὔπω τὸ μυριοστόν.
Χορὸς γερόντων
ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ᾽ ἐχρῆν τιν᾽ αὐταῖς;
Χορὸς Γυναικῶν
θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ᾽, ὅπως ἂν
ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μ᾽ ἐμποδίζῃ.
Χορὸς γερόντων
360εἰ νὴ Δί᾽ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς
ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.
Χορὸς Γυναικῶν
καὶ μὴν ἰδοὺ παταξάτω τις: στᾶσ᾽ ἐγὼ παρέξω,
κοὐ μή ποτ᾽ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.
Χορὸς γερόντων
εἰ μὴ σιωπήσει, θενών σου 'κκοκκιῶ τὸ γῆρας.
Χορὸς Γυναικῶν
365ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.
Χορὸς γερόντων
τί δ᾽ ἢν σποδῶ τοῖς κονδύλοις; τί μ᾽ ἐργάσει τὸ δεινόν;
Χορὸς Γυναικῶν
βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ᾽ ἐξαμήσω.
Χορὸς γερόντων
οὐκ ἔστ᾽ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής:
οὐδὲν γὰρ οὕτω θρέμμ᾽ ἀναιδές ἐστιν ὡς γυναῖκες.
Χορὸς Γυναικῶν
370αἰρώμεθ᾽ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ Ῥοδίππη.
Χορὸς γερόντων
τί δ᾽ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρ᾽ ὕδωρ ἔχουσ᾽ ἀφίκου;
Χορὸς Γυναικῶν
τί δαὶ σὺ πῦρ ὦ τύμβ᾽ ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων;
Χορὸς γερόντων
ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.
Χορὸς Γυναικῶν
ἐγὼ δέ γ᾽ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.
Χορὸς γερόντων
375τοὐμὸν σὺ πῦρ κατασβέσεις;
Χορὸς Γυναικῶν
τοὔργον τάχ᾽ αὐτὸ δείξει.
Χορὸς γερόντων
οὐκ οἶδά σ᾽ εἰ τῇδ᾽ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.
Χορὸς Γυναικῶν
εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γ᾽ ἐγὼ παρέξω.
Χορὸς γερόντων
ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά;
Χορὸς Γυναικῶν
καὶ ταῦτα νυμφικόν γε.
Χορὸς γερόντων
ἤκουσας αὐτῆς τοῦ θράσους;
Χορὸς Γυναικῶν
ἐλευθέρα γάρ εἰμι.
Χορὸς γερόντων
380σχήσω σ᾽ ἐγὼ τῆς νῦν βοῆς.
Χορὸς Γυναικῶν
ἀλλ᾽ οὐκέθ᾽ ἡλιάζει.
Χορὸς γερόντων
ἔμπρησον αὐτῆς τὰς κόμας.
Χορὸς Γυναικῶν
σὸν ἔργον ὦχελῷε.
Χορὸς γερόντων
ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;
Χορὸς Γυναικῶν
ἄρδω σ᾽ ὅπως ἂν βλαστάνῃς.
Χορὸς γερόντων
385ἀλλ᾽ αὖός εἰμ᾽ ἤδη τρέμων.
Χορὸς Γυναικῶν
οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.