Λυσιστράτη
ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρ᾽ ὡς ἐμὲ
830ταχέως.
Γυνή
τί δ᾽ ἔστιν; εἰπέ μοι τίς ἡ βοή;
Λυσιστράτη
ἄνδρ᾽ ἄνδρ᾽ ὁρῶ προσιόντα παραπεπληγμένον,
τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.
ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου
μεδέουσ᾽, ἴθ᾽ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν.
Γυνή
835ποῦ δ᾽ ἐστὶν ὅστις ἐστί;
Γυνὴ
ὢ νὴ Δί᾽ ἔστι δῆτα. τίς κἀστίν ποτε;
Λυσιστράτη
ὁρᾶτε: γιγνώσκει τις ὑμῶν;
Μυρρίνη
νὴ Δία
ἔγωγε: κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας.
Λυσιστράτη
σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν
840κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν,
καὶ πάνθ᾽ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.
Μυρρίνη
ἀμέλει ποιήσω ταῦτ᾽ ἐγώ.
Λυσιστράτη
καὶ μὴν ἐγὼ
ξυνηπεροπεύσω σοι παραμένουσ᾽ ἐνθαδί,
καὶ ξυσταθεύσω τοῦτον. ἀλλ᾽ ἀπέλθετε.
Κινησίας
845οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μ᾽ ἔχει
χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.
Λυσιστράτη
τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;
Λυσιστράτη
οὐκ ἄπει δῆτ᾽ ἐκποδών;
Κινησίας
σὺ δ᾽ εἶ τίς ἡκβάλλουσά μ᾽;
Κινησίας
850πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.
Λυσιστράτη
ἰδοὺ καλέσω 'γὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ;
Κινησίας
ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας.
Λυσιστράτη
ὦ χαῖρε φίλτατ᾽: οὐ γὰρ ἀκλεὲς τοὔνομ
τὸ σὸν παρ᾽ ἡμῖν ἐστιν οὐδ᾽ ἀνώνυμον.
855ἀεὶ γὰρ ἡ γυνή σ᾽ ἔχει διὰ στόμα.
κἂν ᾠὸν ἢ μῆλον λάβῃ, ‘Κινησίᾳ
τουτὶ γένοιτο,’ φησίν.
Λυσιστράτη
νὴ τὴν Ἀφροδίτην: κἂν περὶ ἀνδρῶν γ᾽ ἐμπέσῃ
λόγος τις, εἴρηκ᾽ εὐθέως ἡ σὴ γυνὴ
860ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.
Κινησίας
ἴθι νυν κάλεσον αὐτήν.
Λυσιστράτη
τί οὖν; δώσεις τί μοι;
Κινησίας
ἔγωγέ σοι νὴ τὸν Δί᾽, ἢν βούλῃ γε σύ:
ἔχω δὲ τοῦθ᾽: ὅπερ οὖν ἔχω, δίδωμί σοι.
Λυσιστράτη
φέρε νυν καλέσω καταβᾶσά σοι.
Κινησίας
ταχύ νυν πάνυ.
865ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν,
ἐξ οὗπερ αὕτη 'ξῆλθεν ἐκ τῆς οἰκίας:
ἀλλ᾽ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ
εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις
χάριν οὐδεμίαν οἶδ᾽ ἐσθίων: ἔστυκα γάρ.