Καρίων
ὡς ἀργαλέον πρᾶγμ᾽ ἐστὶν ὦ Ζεῦ καὶ θεοὶ
δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.
ἢν γὰρ τὰ βέλτισθ᾽ ὁ θεράπων λέξας τύχῃ,
δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,
5μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.
τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον
κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον.
καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ,
ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,
10μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι
ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς
μελαγχολῶντ᾽ ἀπέπεμψέ μου τὸν δεσπότην,
ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,
τοὐναντίον δρῶν ἢ προσῆκ᾽ αὐτῷ ποιεῖν.
15οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,
οὗτος δ᾽ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,
καὶ ταῦτ᾽ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ.
ἐγὼ μὲν οὖν οὐκ ἔσθ᾽ ὅπως σιγήσομαι,
ἢν μὴ φράσῃς ὅ τι τῷδ᾽ ἀκολουθοῦμέν ποτε
20ὦ δέσποτ᾽, ἀλλά σοι παρέξω πράγματα.
οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.
Χρεμύλος
μὰ Δί᾽ ἀλλ᾽ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,
ἵνα μᾶλλον ἀλγῇς.
Καρίων
λῆρος: οὐ γὰρ παύσομαι
πρὶν ἂν φράσῃς μοι τίς ποτ᾽ ἐστὶν οὑτοσί:
25εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.
Χρεμύλος
ἀλλ᾽ οὔ σε κρύψω: τῶν ἐμῶν γὰρ οἰκετῶν
πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.
ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ
κακῶς ἔπραττον καὶ πένης ἦν:
Χρεμύλος
30ἕτεροι δ᾽ ἐπλούτουν ἱερόσυλοι ῥήτορες
καὶ συκοφάνται καὶ πονηροί:
Χρεμύλος
ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,
τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν
ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,
35τὸν δ᾽ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,
πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους
εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,
ὡς τῷ βίῳ τοῦτ᾽ αὐτὸ νομίσας συμφέρειν.
Καρίων
τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;
Χρεμύλος
40πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί:
ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
ἐκέλευε τούτου μὴ μεθίεσθαί μ᾽ ἔτι,
πείθειν δ᾽ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.
Καρίων
καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;
Καρίων
45εἶτ᾽ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα
ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;
Καρίων
δῆλον ὁτιὴ καὶ τυφλῷ
γνῶναι δοκεῖ τοῦθ᾽, ὡς σφόδρ᾽ ἐστὶ συμφέρον
50τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.