[232β]
Ξένος
μὴ τοίνυν ἡμεῖς γε αὐτὸ ἐν τῇ ζητήσει δι᾽ ἀργίαν πάσχωμεν, ἀλλ᾽ ἀναλάβωμεν ἓν πρῶτον τῶν περὶ τὸν σοφιστὴν εἰρημένων. ἓν γάρ τί μοι μάλιστα κατεφάνη αὐτὸν μηνῦον.
Ξένος
ἀντιλογικὸν αὐτὸν ἔφαμεν εἶναί που.
Ξένος
τί δ᾽; οὐ καὶ τῶν ἄλλων αὐτοῦ τούτου διδάσκαλον γίγνεσθαι;
Ξένος
σκοπῶμεν δή, περὶ τίνος ἄρα καί φασιν οἱ τοιοῦτοι ποιεῖν ἀντιλογικούς. ἡ δὲ σκέψις ἡμῖν ἐξ ἀρχῆς ἔστω τῇδέ