previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11. ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτ᾽ ἐπράχθη, Γερμανικὸς δὲ ἐν τούτῳ ἄλλα τε χωρία Δελματικὰ εἷλε καὶ Σπλαῦνον, καίπερ τῇ τε φύσει ἰσχυρὸν ὂν καὶ τοῖς τείχεσιν εὖ πεφραγμένον τούς τε ἀμυνομένους παμπληθεῖς ἔχον. οὔκουν οὔτε μηχαναῖς οὔτε προσβολαῖς ἠδυνήθη τι ἐξεργάσασθαι, ἀλλ᾽ ἐκ [2] τοιᾶσδε αὐτὸ συντυχίας ἔλαβε. Πουσίων ἱππεὺς Κελτὸς λίθον ἐς τὸ τεῖχος ἀφεὶς οὕτω τὴν ἔπαλξιν διέσεισεν ὥστε αὐτήν τε αὐτίκα πεσεῖν καὶ τὸν ἄνδρα τὸν ἐπικεκλιμένον οἱ συγκατασπάσαι. γενομένου δὲ τούτου ἐκπλαγέντες οἱ ἄλλοι καὶ φοβηθέντες τό τε τεῖχος ἐκεῖνο ἐξέλιπον καὶ ἐς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ μετὰ τοῦτο καὶ ταύτην καὶ ἑαυτοὺς παρέδοσαν. [3] ἐντεῦθεν δὲ ἐπὶ Ῥαίτινον ἐλθόντες οὐχ ὁμοίως ἀπήλλαξαν. οἱ γὰρ ἐναντίοι βιαζόμενοι τῷ πλήθει σφῶν, καὶ μὴ δυνάμενοι ἀντέχειν, πῦρ ἐθελούσιοι ἔς τε τὸν κύκλον πέριξ καὶ ἐς τὰ οἰκοδομήματα πλησίον αὐτοῦ ἐνέβαλον, μηχανησάμενοι ὅπως ὅτι μάλιστα μὴ παραχρῆμα [p. 26] [4] ἐκλάμψῃ ἀλλ᾽ ἐπὶ χρόνον τινὰ διαλάθῃ. καὶ οἱ μὲν τοῦτο ποιήσαντες ἐς τὴν ἄκραν ἀνεχώρησαν: ἀγνοοῦντες δὲ οἱ Ῥωμαῖοι τὸ πεπραγμένον ἐπεσέπεσον ὡς καὶ αὐτοβοεὶ 1 πάντα διαρπάσοντες, καὶ εἴσω τε τῆς τοῦ πυρὸς περιβολῆς ἐγένοντο, καὶ οὐ πρότερον εἶδον αὐτό, πρὸς τοὺς πολεμίους τὸν νοῦν ἔχοντες, πρὶν πανταχόθεν ὑπ᾽ αὐτοῦ περιληφθῆναι. [5] τότε δὲ ἐν παντὶ κινδύνου ἐγένοντο, ἄνωθεν μὲν ὑπὸ τῶν ἀνθρώπων βαλλόμενοι, ἔξωθεν δὲ ὑπὸ τῆς φλογὸς κακούμενοι, καὶ μήτε κατὰ χώραν ἀσφαλῶς μεῖναι μήτε πῃ διαπεσεῖν ἀκινδύνως δυνάμενοι. εἴτε γὰρ ἔξω βέλους ἀφίσταντο, πρὸς τοῦ πυρὸς ἀναλοῦντο, εἴτ᾽ ἀπὸ τῆς φλογὸς ἀπεπήδων, πρὸς τῶν βαλλόντων ἐφθείροντο: [6] καί τινες ἐν στενοχωρίᾳ ἀπ᾽ ἀμφοτέρων ἅμα ἀπώλοντο, τῇ μὲν τιτρωσκόμενοι τῇ δὲ καιόμενοι. οἱ μὲν οὖν πλείους τῶν ἐσελθόντων οὕτως ἀπήλλαξαν: ὀλίγοι δέ τινες νεκροὺς ἐς αὐτὴν τὴν φλόγα ἐμβαλόντες, καὶ δίοδόν σφισι δι᾽ αὐτῶν καθάπερ ἐπὶ γεφύρας ποιήσαντες, διέφυγον. [7] οὕτω γάρ που τὸ πῦρ ἐπεκράτησεν ὥστε μηδὲ τοὺς ἐν τῇ ἀκροπόλει ὄντας κατὰ χώραν μεῖναι, ἀλλὰ τῆς νυκτὸς αὐτὴν ἐκλιπεῖν καὶ ἐς οἰκήματα κατώρυχα κατακρυφθῆναι. ”

1 au)toboei\ R. Steph., au)toboi\ M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: