previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. καὶ τἆλλα δὲ πάντα κατὰ τὸν αὐτὸν τοῦτον τρόπον ἐποίει. οὔτε γὰρ δεσπότην ἑαυτὸν τοῖς ἐλευθέροις οὔτε αὐτοκράτορα πλὴν τοῖς στρατιώταις καλεῖν ἐφίει, τό τε τοῦ πατρὸς τῆς πατρίδος πρόσρημα παντελῶς διεώσατο, καὶ τὸ τοῦ Αὐγούστου οὐκ ἐπέθετο μέν ῾οὐδὲ γὰρ ψηφισθῆναί ποτε εἴασἐ, λεγόμενον δ᾽ ἀκούων καὶ γραφόμενον [2] ἀναγιγνώσκων ἔφερε: καὶ ὁσάκις γε βασιλεῦσί τισιν ἐπέστελλε, καὶ ἐκεῖνο προσενέγραφε. τὸ δ᾽ ὅλον Καῖσαρ, ἔστι δ᾽ ὅτε καὶ Γερμανικὸς ἐκ τῶν ὑπὸ τοῦ Γερμανικοῦ πραχθέντων, πρόκριτός τε τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον καὶ ὑφ᾽ ἑαυτοῦ 1 ὠνομάζετο, καὶ πολλάκις γε ἔλεγεν ὅτιδεσπότης μὲν τῶν δούλων, αὐτοκράτωρ δὲ τῶν στρατιωτῶν, [3] τῶν δὲ δὴ λοιπῶν πρόκριτός εἰμι.’ εὔχετό τε, ὁσάκις τι τοιοῦτο παραπέσοι, 2 τοσοῦτον καὶ ζῆσαι καὶ ἄρξαι χρόνον ὅσον ἂν τῷ δημοσίῳ συμφέρῃ. καὶ οὕτω γε διὰ πάντων ὁμοίως δημοτικὸς ἦν ὥστε οὔτε ἐν τοῖς γενεθλίοις αὐτοῦ γίγνεσθαί τι παρὰ τὸ καθεστηκὸς ἐπέτρεπεν, οὔτ᾽ ὀμνύναι τοῖς ἀνθρώποις τὴν ἑαυτοῦ τύχην συνεχώρει, εἴ τε 3 καὶ ὀμόσας τις αὐτὴν αἰτίαν ὡς καὶ [4] ἐπιωρκηκὼς ἔλαβεν, οὐκ ἐπεξῄει. συνελόντι τε [p. 132] εἰπεῖν, οὐδ᾽ ὅπερ ἐπί τε τῷ Αὐγούστῳ δεῦρο ἀεὶ ἐν τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς μετ᾽ ἐκεῖνον ἄρξασιν, ὧν γε καὶ λόγον τινὰ ποιούμεθα, ἐπί τε τοῖς τὸ κράτος ἀεὶ ἔχουσιν ἐξ ἀνάγκης γίγνεται, τὸ 4 τά τε πραχθέντα ὑπ᾽ αὐτῶν καὶ τὰ πραχθησόμενα ὑπὸ τῶν ἀεὶ ζώντων ὅρκοις τισὶ βεβαιοῦσθαι, οὐδὲ τοῦτο τά γε πρῶτα [5] ἐφ᾽ ἑαυτῷ περιεῖδε γενόμενον. καίτοι ἐπὶ ταῖς τοῦ Αὐγούστου πράξεσι τούς τε ἄλλους πάντας ὥρκου καὶ αὐτὸς ὤμνυε. καὶ ὅπως γε ἐκδηλότερον αὐτὸ ποιοίη, παρεὶς ἂν 5 τὴν νουμηνίαν καὶ μήτε ἐς τὸ βουλευτήριον ἐσελθὼν μήθ᾽ ὅλως ἐν τῇ πόλει τὴν ἡμέραν ἐκείνην ὀφθείς, ἀλλ᾽ ἐν προαστείῳ τινὶ διατρίψας, ἐσῄει τε μετὰ ταῦτα καὶ [6] κατὰ μόνας ἐπιστοῦτο. τούτου τε οὖν ἕνεκα ἔξω που ταῖς νουμηνίαις διῆγε, καὶ ἵνα μηδένα τῶν ἀνθρώπων ἄσχολον, περί τε τὰς νέας ἀρχὰς καὶ περὶ τὴν ἑορτὴν ἔχοντα, ποιῇ, καὶ ἀργύριον παρ᾽ αὐτῶν λαμβάνῃ. οὐδὲ γὰρ οὐδὲ τὸν Αὔγουστον ἐπὶ τούτῳ ἐπῄνει διὰ τὸ πολλὴν μὲν δυσχέρειαν ἐν αὐτῷ πολλὴν δὲ καὶ ἀνάλωσιν ἐκ τῆς ἀντιδόσεως γίγνεσθαι. ”

1 After e(autou= M repeats kata\ to\ a)rxai=on.

2 ti toiou=to parape/soi Bs., toiou=to/ ti parape/soi Pflugk, ti toiou=to/ ti a)/ra pe/soi M.

3 ei)/ te Dind., ou)/te M.

4 to\ added by Pflugk.

5 parei\s a)\n R. Steph., parei=san M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: