Οὔπω δέ μοι πάντα λελάλητο, καί τινος ἐξήκουσα τῶν οἰκείων καταβαίνειν κελεύοντος: οὐ γάρ μοι καιρὸν εἶναι φροντίζειν τῆς παρὰ Τιβεριέων εὐνοίας, ἀλλὰ περὶ τῆς ἰδίας σωτηρίας καὶ πῶς τοὺς ἐχθροὺς φύγω. [95] πεπόμφει δ᾽ ὁ Ἰωάννης τῶν περὶ αὐτὸν ὁπλιτῶν ἐπιλέξας τοὺς πιστοτάτους ἐκ τῶν χιλίων, οἵπερ ἦσαν αὐτῷ, καὶ προσέταξεν τοῖς πεμφθεῖσιν ἀνελεῖν με πεπυσμένος ὡς εἴην μετὰ τῶν οἰκείων μεμονωμένος. [96] ἧκον δ᾽ οἱ πεμφθέντες, κἂν ἐπεπράχεισαν, εἰ μὴ τοῦ τριγχοῦ θᾶττον ἀφαλόμενος ἐγὼ μετὰ τοῦ σωματοφύλακος Ἰακώβου καὶ ὑπό τινος Τιβεριέως Ἡρώδου προσανακουφισθείς, ὁδηγηθεὶς ὑπὸ τούτου ἐπὶ τὴν λίμνην καὶ πλοίου λαβόμενος καὶ ἐπιβὰς παρὰ δόξαν τοὺς ἐχθροὺς διαφυγὼν εἰς Ταριχέας ἀφικόμην.